Browse By

Percy Bysshe Shelley: Οσυμανδύας

Γνώρισα ἕναν ταξιδευτή ἀπὸ πανάρχαια χώρα
Νὰ λέει: Δυὸ πόδια πέτρινα πελώρια ἀπ’ ἄκρα χήρα
στέκουν στὴν ἔρημο. Σιμά σαὐτὰ μισοχωμένο,
πὰ στην ἄμμο, ἕνα πρόσωπο κεῖται σκόρπιο, τὰ χείλια
ζαρωμένα μορφάζοντα κι ἡ ἐντολὴ ποὺ σαρκάζει,
λὲν ὅτ’ ὁ γλύπτης διάβασε καλῶς τὰ πάθη ἐκεῖνα
π’ἀκόμη ἐπιβιοῦν στἄψυχα πράγματα τυπωμένα:
τὸ χέρι ποὺ τὰ περιγέλασε, καὶ τὴν καρδιὰ ποὺ θρέψαν•
κ’ἐπὶ τοῦ βάθρου αὐτές οἱ λέξεις μόνο ἐμφαίνου’:
«Τοὔνομά μου εἶν’ Ὀσυμανδύας, βασιλέων βασιλιάς
δέρξασθε Παντοδύναμοι τα ἔργα μου κ’ἀπελπίσασθε!»
Δὲν ἀπομένει τίποτε. Τριγύρω ἀπ’τὴν φθορά
αὐτοῦ τοῦ κολοσσιαίου ἐρειπίου γυμνὲς κ’ἀφωρισμένες
οἱ ἄμμοι ἔρημοι κ’ἐπίπεδοι ἐκτείνονται μακριά.

[απόδοση: Γ.Α.Σιβρίδης]

σημείωση:

ἀπὸ γὰρ τῶν πρώτων τάφων, ἐν οἷς παραδέδοται τὰς παλλακίδας τοῦ Διὸς τεθάφθαι, δέκα σταδίων φησὶν ὑπάρξαι βασιλέως μνῆμα τοῦ προσαγορευθέντος Ὀσυμανδύου. τούτου δὲ κατὰ μὲν τὴν εἴσοδον ὑπάρχειν πυλῶνα λίθου ποικίλου, τὸ μὲν μῆκος δίπλεθρον, τὸ δ᾽ ὕψος τετταράκοντα καὶ πέντε πηχῶν: διελθόντι δ᾽ αὐτὸν εἶναι λίθινον περίστυλον τετράγωνον, ἑκάστης πλευρᾶς οὔσης τεττάρων πλέθρων: ὑπηρεῖσθαι δ᾽ ἀντὶ τῶν κιόνων ζῴδια πηχῶν ἑκκαίδεκα μονόλιθα, τὸν τύπον εἰς τὸν ἀρχαῖον τρόπον εἰργασμένα: τὴν ὀροφήν τε πᾶσαν ἐπὶ πλάτος δυοῖν ὀργυιῶν ὑπάρχειν μονόλιθον, ἀστέρας ἐν κυανῷ καταπεποικιλμένην: ἑξῆς δὲ τοῦ περιστύλου τούτου πάλιν ἑτέραν εἴσοδον καὶ πυλῶνα τὰ μὲν ἄλλα παραπλήσιον τῷ προειρημένῳ, γλυφαῖς δὲ παντοίαις περιττότερον εἰργασμένον: παρὰ δὲ τὴν εἴσοδον ἀνδριάντας εἶναι τρεῖς ἐξ ἑνὸς τοὺς πάντας λίθου μέλανος τοῦ Συηνίτου, καὶ τούτων ἕνα μὲν καθήμενον ὑπάρχειν μέγιστον πάντων τῶν κατ᾽ Αἴγυπτον, οὗ τὸν πόδα μετρούμενον ὑπερβάλλειν τοὺς ἑπτὰ πήχεις, ἑτέρους δὲ δύο πρὸς τοῖς γόνασι, τὸν μὲν ἐκ δεξιῶν, τὸν δὲ ἐξ εὐωνύμων, θυγατρὸς καὶ μητρός, τῷ μεγέθει λειπομένους τοῦ προειρημένου. τὸ δ᾽ ἔργον τοῦτο μὴ μόνον εἶναι κατὰ τὸ μέγεθος ἀποδοχῆς ἄξιον, ἀλλὰ καὶ τῇ τέχνῃ θαυμαστὸν καὶ τῇ τοῦ λίθου φύσει διαφέρον, ὡς ἂν ἐν τηλικούτῳ μεγέθει μήτε διαφυάδος μήτε κηλῖδος μηδεμιᾶς θεωρουμένης. ἐπιγεγράφθαι δ᾽ ἐπ᾽ αὐτοῦ ‘βασιλεὺς βασιλέων Ὀσυμανδύας εἰμί. εἰ δέ τις εἰδέναι βούλεται πηλίκος εἰμὶ καὶ ποῦ κεῖμαι, νικάτω τι τῶν ἐμῶν ἔργων.’

Diodorus Siculus, Bibliotheca Historica, Books I-V (κεφάλαιο 47)
Immanuel Bekker, Ludwig Dindorf, Friedrich Vogel, Immanel Bekker, Ed.

Σχόλια

σχόλια